Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.90 Joseph. AJ 3.94 (English) >>Joseph. AJ 3.99

3.92 δὲ πέμπτος γονεῖς τιμᾶν· δὲ ἕκτος ἀπέχεσθαι φόνου· δὲ ἕβδομος μὴ μοιχεύειν· δὲ ὄγδοος μὴ κλοπὴν δρᾶν· δὲ ἔνατος μὴ ψευδομαρτυρεῖν· δὲ δέκατος μηδενὸς ἀλλοτρίου ἐπιθυμίαν λαμβάνειν. 3.93

Καὶ τὸ μὲν πλῆθος ἀκροασάμενον αὐτοῦ τοῦ θεοῦ περὶ ὧν Μωυσῆς διελέχθη χαῖρον ἐπὶ τοῖς προειρημένοις τοῦ συλλόγου διελύθη, ταῖς δʼ ἐφεξῆς φοιτῶντες ἐπὶ τὴν σκηνὴν ἠξίουν αὐτὸν καὶ νόμους αὐτοῖς παρὰ τοῦ θεοῦ κομίζειν. 3.94 δὲ τούτους τε τίθεται καὶ περὶ τῶν ὅλων ὃν ἂν πραχθείη τρόπον ἐν τοῖς αὖθις ἀπεσήμαινε χρόνοις, ὧν μνησθήσομαι κατὰ καιρὸν οἰκεῖον. τοὺς δὲ πλείονας τῶν νόμων εἰς ἑτέραν ἀνατίθεμαι γραφὴν ἰδίαν περὶ αὐτῶν ποιησόμενος ἀφήγησιν. 3.95

Οὕτω δὲ τῶν πραγμάτων αὐτοῖς ἐχόντων Μωυσῆς πάλιν εἰς τὸ Σιναῖον ὄρος ἀνῄει προειπὼν τοῖς Ἑβραίοις, βλεπόντων δʼ αὐτῶν ἐποιεῖτο τὴν ἄνοδον. καὶ χρόνου τριβομένου, τεσσαράκοντα γὰρ ἡμέρας διήγαγεν ἀπʼ αὐτῶν, δέος εἶχε τοὺς Ἑβραίους, μή τι Μωυσῆς πάθοι, καὶ τῶν συντυχόντων δεινῶν οὐκ ἔστιν οὕτως ἐλύπησεν αὐτούς, ὡς τὸ νομίζειν Μωυσῆν ἀπολωλέναι. 3.96ἦν γὰρ τοῖς ἀνθρώποις ἔρις τῶν μὲν ἀπολωλέναι λεγόντων θηρίοις περιπεσόντα, καὶ μάλιστα ὅσοι πρὸς αὐτὸν ἀπεχθῶς ἦσαν διακείμενοι ταύτην τὴν ψῆφον ἔφερον, τῶν δὲ πρὸς τὸ θεῖον ἀνακεχωρηκέναι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.90 Joseph. AJ 3.94 (English) >>Joseph. AJ 3.99

Powered by PhiloLogic